Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.176 Joseph. AJ 19.181 (English) >>Joseph. AJ 19.186

19.178τοιούτων δὴ κακῶν ἀπογεγονότες καὶ ὑποτελεῖς ἀλλήλοις καταστάντες, αἵπερ πολιτειῶν ἐχεγγυώταται πρός τε τὸ παρὸν εὔνουν καὶ τὸ αὖθις ἀνεπιβούλευτον καὶ τὸ δόξαν οἰκείαν τῷ ὀρθουμένῳ τῆς πόλεως δίκαιοί τε προνοῆσαι διὰ τὸ εἰς κοινὸν αὐτοῦ τὴν ὠφέλειαν ἀπαντᾶν καὶ ἀνταποφήνασθαι γνώμην, 19.179οἷς μὴ ἀρέσκοιτο τὰ προεισηγημένα, οὐδαμῶς εἰς κίνδυνον φέρον, διὰ τὸ μὴ δεσπότην εἶναι τὸν ἐφεστηκότα, ἀνεύθυνόν τε βλάπτοντι τὴν πόλιν καὶ αὐτοκράτορι μεταστήσασθαι τοὺς εἰρηκότας. 19.180καὶ τέτροφε τὴν τυραννίδα οὐδὲν νεώτερον πλὴν τε ἀργία καὶ τὸ πρὸς οὐδὲν τῶν ἐκείνῃ θελομένων ἀντιλογίᾳ χρώμενον· 19.181τῆς γὰρ εἰρήνης τοῦ τερπνοῦ ἡσσώμενοι καὶ μεμαθηκότες ἀνδραπόδων ἐν τρόπῳ ζῆν ὁπόσοι τε ἐπαΐομεν συμφορὰς ἀνηκέστους κακοῖς τε τοῖς πέλας ἐπείδομεν φόβῳ τοῦ μετʼ ἀρετῆς τελευτᾶν μετὰ αἰσχύνης τῆς ὑστάτης ὑπομένοντες τὰς τελευτάς. 19.182πρῶτον δὲ τοῖς ἀραμένοις τὸν τύραννον τιμὰς αἵτινες μέγισται ταύτας εἰσενεγκεῖν, μάλιστα δὲ Χαιρέᾳ τῷ Κασσίῳ· σὺν γὰρ τοῖς θεοῖς εἷς ἀνὴρ οὗτος ποριστὴς ἡμῖν καὶ γνώμῃ καὶ χερσὶ τῆς ἐλευθερίας πέφηνεν. 19.183οὗ καλὸν μὴ ἀμνημονεῖν, ἀλλʼ ἐπὶ τῆς τυραννίδος ὑπὲρ ἐλευθερίας τῆς ἡμετέρας προβεβουλευκότος τε ἅμα καὶ προκεκινδυνευκότος, ἐπὶ τῆς ἐλευθερίας ψηφίσασθαι τὰς τιμὰς πρῶτόν τε ἀνεπιτάκτους τοῦτο ἂν ἀποφήνασθαι.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.176 Joseph. AJ 19.181 (English) >>Joseph. AJ 19.186

Powered by PhiloLogic